Mark 6:7-11

7καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ
 ἄρτον μὴ πήραν = WH Treg NA/NIV: || πήραν μὴ ἄρτον = RP
ἄρτον, μὴ πήραν ⸃, μὴ εἰς τὴν ζώνην χαλκόν,
9ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ
 ἐνδύσησθε = Treg NA/NIV RP: || ἐνδύσασθαι = WH
ἐνδύσησθε δύο χιτῶνας.
10καὶ ἔλεγεν αὐτοῖς· Ὅπου
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
11καὶ
 ὃς ἂν τόπος μὴ δέξηται = WH Treg NA/NIV: || ὅσοι ἂν μὴ δέξωνται = RP
ὃς ἂν τόπος μὴ δέξηται ⸃ ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. = RP
αὐτοῖς.
Copyright information for SBLG